Ἡ Σχολπόρτα ἐξ ἀκεραίου μοναστηρίου τοῦ μέσου αἰῶνος γενομένη οὐ μόνον διδασκαλεῖον ἐστίν, ἀλλὰ καὶ τόπος ἱστορικός, ὅς κατ' ἐνιαυτὸν πολλοὺς ξένους προσάγεται καὶ τῆς Ῥωμανικῆς ὁδοῦ μέρος ἐστίν. Θαυμάζονται γὰρ οὐ μόνον ὁ τοῦ μοναστηρίου παράδεισος ἀναπαυστήριος καί ἡ πρὸς τὰς δυσμὰς ἐκκλησία φαιδρὴ καὶ τὸ ἄλσος μετὰ τῶν δένδρῶν γεραιῶν, ἀλλὰ καί ἡ ἐκ παλαιοῦ αὐξηθεῖσα βιβλιοθήκη καὶ τὰ μνημεῖα ἐπιδεικνύοντα, ὅτι ἄνδρές εὐδόκιμοι ὥσπερ Νῖζχη καὶ Ῥάγκη καὶ Φίχθη καὶ Κλόπστοκ ἐν τούτῳ τῷ διδασκαλείῳ ἐπαιδεύθησαν.
1137
Μόναχοι Κιστερκιένσες τὸ μοναστήριον τῆς ἁγίας Μαρίας πρὸς τῇ πύλῃ ἔκτισαν.
1543
Μαυρίκιος ὁ τῶν Σάξων ἡγεμὼν ἐν τῷ μοναστηρίῳ τότε κατελυθέντι διδασκαλεῖον ὑπ' αὐτοῦ ἐπιτροπευόμενον καὶ "Λανδεσσχολὴν" ὀνομαζόμενον κατέστησεν.
1815
Μετὰ τοὺς Ναπολεωνικοὺς πολέμους Σχολπόρτα Βορουσσικὴ ἐγένετο.
1935
Ἀπὸ τῶν Νατιοναλσοζιαλιστῶν τὸ διδασκαλεῖον μετεβλήθη εἰς παιδευτήριον ἐθνικόν διαφέρον δὲ διὰ τὰς ἀρχαίας γλώσσας παιδευομένας.
1945
Ἔαρος μὲν τὸ παιδευτήριον ἐθνικὸν κατελύθη, φθινοπώρου δὲ τὸ διδασκαλεῖον πάλιν ἀνεῴχθη.
1949
Αἱ πρῶται κόραι ἦσαν ἐν τῷ διδασκαλεῖῳ, ἐν ᾧ πρόσθεν μόνοις τοῖς κόροις εἶναι ἔξην. Ὁ δὲ τῆς παιδεύσεως χρόνος βραδέως εἰς τετραετίαν ἐμειώθη.
1959
Τὸ διδασκαλεῖον μετεβλήθη εἰς διδασκαλεῖον πολυτεχνικὸν κατὰ μὲν τὰ σοζιαλιστικὰ δόγματα, τῶν δὲ ἀρχαιῶν γλωσσῶν ἔτι παιδευομένων μέχρι τοῦ ἔτους 1967.
1981
Ἡ πολυγλώσση ἐξῃρέθη.
1982
Ἡ μουσικὴ ἐξῃρέθη.
1990
Σχολπόρτα τῇ τοῦ Σάξεν-Ἄναλτος ἀρχῇ ἐπετράπη.
1992
Καί ἡ φυσικὴ τέχνη ἐξῃρέθη. Οὕτως ἡ διδασκαλία νῦν περιέχει τρεῖς τέχνας ἐξαιρέτας: καὶ πολυγλώσσην καὶ μουσικὴν καὶ φυσικήν.
© 2024 Landesschule Pforta