<< πλέον εἰκόνων >>

Χαίρε

Ἐν μέσῳ τῆς Γερμανίας ἑξήκοντα χιλιόμετρα τῆς Λιψίας ἀπέχουσα, ἐν νάπῃ χαριέσσῃ τῆς Σάλης Σχολπόρτα κεῖται, ἐκ παλαίου μὲν μοναστήριον, ἀπὸ 1543 δὲ διδασκαλεῖον καί παίδων καταγωγή. Ὑπὸ μὲν Μαυρίκιου τοῦ τῶν Σάξων ἡγεμόνος τὸ διδασκαλεῖον κατεστάθη, μετὰ δὲ τοὺς Ναπολεωνικοὺς πολέμους Βορουσσικόν ἐγένετο καὶ ἔπειτα ηὐξήθη, ὥστε ἐν τοῖς πρώτοις διδασκαλείοις τοῖς τῆς Γερμανίας καταλεγῆναι. Τοῦ δὲ εἰκοστοῦ ἑκατονταετηρίδος πολλὰ μετεβάλλετο, πρῶτον ἐπὶ τοῖς Νατιοναλσοζιαλιστοῖς, ἔπειτα ἐπὶ τῇ σοζιαλιστικῇ ἀρχῇ. Νῦν δὲ Σχολπόρτα πάλιν τὸ πρότερον διδασκαλεῖον ἐστίν, ὑπὸ μὲν τῆς τοῦ Σάξεν- Ἄναλτος ἀρχῆς ἐπιτροπευόμενον, τῆς δὲ ἑαυτοῦ κτίσεως (Κτίσις Σχολπόρτα) ὠφελούσης.

Διδάσκονται καὶ ζῶσι ἐν Σχολπόρτᾳ ὡς τριακόσιοι μαθηταί ἐκ πάσης Γερμανίας ἀπὸ τοῦ τετάρτου καὶ δεκάτου ἔτους μέχρι εἰς τὸν ὄγδοον καὶ δέκατον, νῦν δὲ πλείονες κοραὶ ἢ κοροί. Διδάσκονται μάλιστα τρεῖς τέχναι: ἡ πολυγλώσση καὶ ἡ μουσικὴ καὶ ἡ φυσική. Ἵνα δέχηται, φιλομαθῆ τὲ εἴναι δεῖ τὸν παῖδα καὶ ἐξηταζομένον καὶ φιλάνθροπον καὶ εὐμενῆ πρὸς τοὺς ἄλλους ἐν τῇ καταγωγῇ ζῶντας.

Τῆς δὲ τοῦ Σάξεν-Ἄναλτος ἀρχῆς βοηθούσης ἡ δαπάνη μηνιαία μόνον τριακόσιοι πεντήκοντα εὔρω ἐστίν. Οὕτως καί οἱ ἐκ πενήτων παῖδες εὐφυεῖς ἐν τούτῳ τῷ διδασκαλείῳ τρέφονται.

info@landesschule-pforta.de
++49 - (0)34463 - 35 171
++49 - (0)34463 - 26 839
Google Map

© 2017 Landesschule Pforta